Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.48.4 Hdt. 3.50.3 (English) >>Hdt. 3.52.2

3.50.1 ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι. ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην μὲν ἑπτακαίδεκα δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς. 3.50.2 τούτους μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρʼ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας. ἐπείτε δὲ σφέας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς· 3.50.3ἆρα ἴστε, παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε;” τοῦτο τὸ ἔπος μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.

ch. 51 3.51.1 ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι μητροπάτωρ διελέχθη. δέ οἱ ἀπηγέετο ὡς σφέας φιλοφρόνως ἐδέξατο· ἐκείνου δὲ τοῦ ἔπεος τό σφι Προκλέης ἀποστέλλων εἶπε, ἅτε οὐ νόῳ λαβών, οὐκ ἐμέμνητο. Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι, ἐλιπάρεέ τε ἱστορέων· δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο. 3.51.2 Περίανδρος δὲ νόῳ λαβὼν καὶ τοῦτο noteκαὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν, τῇ ἐξελασθεὶς ὑπʼ αὐτοῦ παῖς δίαιταν ἐποιέετο, ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.48.4 Hdt. 3.50.3 (English) >>Hdt. 3.52.2

Powered by PhiloLogic